TLG 2231 001 :: THRASYALCES :: Testimonia

THRASYALCES Phil.
(Thasius: 5/4 B.C.)

Testimonia

Source: Diels, H., Kranz, W. (eds.), Die Fragmente der Vorsokratiker, vol. 1, 6th edn. Berlin: Weidmann, 1951 (repr. Dublin/Zurich: Weidmann, 1966): 377.

test. 1–2

Citation: Fragment — (line)

1

STRABO XVII p. 790 τὸ δ’ ὅτι ἐξ ὄμβρων αἱ ἀναβάσεις μὴ ζητεῖν μήτε τοιούτων δεῖσθαι μαρτύρων οἵους Ποσειδώνιος εἴρηκε. φησὶ γὰρ Καλλισθένη λέγειν τὴν ἐκ τῶν ὄμβρων αἰτίαν τῶν θερινῶν παρὰ Ἀριστοτέλους λαβόντα, ἐκεῖνον δὲ παρὰ Θρασυάλκου τοῦ Θασίου (τῶν ἀρχαίων δὲ φυσικῶν εἷς
5οὗτος), ἐκεῖνον δὲ παρ’ ἄλλου, τὸν δὲ παρ’ Ὁμήρου διιπετέα φάσκοντος τὸν Νεῖλον ‘ἂψ δ’ εἰς Αἰγύπτοιο διιπετέος ποταμοῖο‘ (δ 581).

2

—I p. 29 εἰσὶ δέ τινες, οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους Βορέαν καὶ Νότον ... τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους ποιοῦνται μάρτυρας Θρα‐ συάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν 〈τῶι〉 τὸν μὲν Ἀργεστὴν τῶι Νότωι προσνέμειν ‘ἀργεστᾶο Νότοιο‘ (Λ 306 Φ 334), τὸν δὲ Ζέφυρον τῶι Βορέαι ‘Βορέης καὶ Ζέφυρος,
5τώ τε Θρήικηθεν ἄητον‘ (Ι 5).377